Ancient Greek · ~4 min
29.1 to 29.3
Plutarch, Λούκουλλος 29.1-3
Not analysed yet
διὸ καὶ Μιθριδάτης οὐ συνέτεινεν ἐπὶ τὴν μάχην, τῇ συνήθει τὸν Λούκουλλον εὐλαβείᾳ καὶ παραγωγῇ πολεμήσειν οἰόμενος, ἀλλὰ καθʼ ἡσυχίαν ἐπορεύετο πρὸς τὸν Τιγράνην. καὶ πρῶτον μὲν ὀλίγοις τῶν Ἀρμενίων ἐντυχὼν καθʼ ὁδὸν ἐπτοιημένοις καὶ περιφόβοις ἀπιοῦσιν εἴκασε τὸ πάθος, εἶτʼ ἤδη πλειόνων γυμνῶν καὶ τετρωμένων ἀπαντώντων πυθόμενος τὴν ἧτταν ἐζήτει τὸν Τιγράνην. εὑρὼν δὲ πάντων ἔρημον καὶ ταπεινόν οὐκ ἀνθύβρισεν, ἀλλὰ καταβὰς καὶ συνδακρύσας τὰ κοινὰ πάθη θεραπείαν τε τὴν ἑπομένην αὐτῷ βασιλικὴν ἔδωκε καὶ κατεθάρρυνε πρὸς τὸ μέλλον, οὗτοι μὲν οὖν αὖθις ἑτέρας δυνάμεις συνῆγον. ἐν δὲ τῇ πόλει τοῖς Τιγρανοκέρτοις τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους στασιασάντων καὶ τῷ Λουκούλλῳ τὴν πόλιν ἐνδιδόντων προσβαλὼν εἷλε· καὶ τοὺς μὲν ἐν τῇ πόλει θησαυροὺς παρελάμβανε, τὴν δὲ πόλιν διαρπάσαι παρέδωκε τοῖς στρατιώταις, μετὰ τῶν ἄλλων χρημάτων ὀκτακισχίλια τάλαντα νομίσματος ἔχουσαν. χωρὶς δὲ τούτων ὀκτακοσίας δραχμὰς κατʼ ἄνδρα διένειμεν ἀπὸ τῶν λαφύρων.