Ancient Greek · ~2 min
Chapter 29
Plutarch, Λούκουλλος 29.4
Not analysed yet
πυνθανόμενος δὲ πολλοὺς ἐν τῇ πόλει κατειλῆφθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, οὓς ὁ Τιγράνης πανταχόθεν ἠθροίκει μέλλων ἀποδεικνύναι τὸ κατεσκευασμένον ὑπʼ αὑτοῦ θέατρον, ἐχρήσατο τούτοις πρὸς τοὺς ἀγῶνας καὶ τὰς θέας τῶν ἐπινικίων. τοὺς δʼ Ἕλληνας εἰς τὰς αὑτῶν πατρίδας ἔπεμψε προσθεὶς ἐφόδια, καὶ τῶν βαρβάρων ὁμοίως τοὺς ἠναγκασμένους κατοικεῖν, ὥστε συνέβη μιᾶς πόλεως διαλυθείσης πολλὰς ἀνοικίζεσθαι πάλιν κομιζομένας τοὺς αὑτῶν οἰκήτορας, ὑφʼ ὧν ὡς εὐεργέτης ὁ Λούκουλλος καὶ κτίστης ἠγαπᾶτο.