Ancient Greek
Chapter 29
Plutarch, Λούκουλλος 29.5
Not analysed yet
προὐχώρει δὲ καὶ τἆλλα κατʼ ἀξίαν τἀνδρί τῶν ἀπὸ δικαιοσύνης καὶ φιλανθρωπίας ἐπαίνων ὀρεγομένῳ μᾶλλον ἢ τῶν ἐπὶ τοῖς πολεμικοῖς κατορθώμασιν. ἐκείνων μὲν γὰρ οὐκ ὀλίγον ἡ στρατιὰ καὶ πλεῖστον ἡ τύχη μετεῖχε, ταῦτα δʼ ἦν ἡμέρου ψυχῆς καὶ πεπαιδευμένης ἐπίδειξις, οἷς ὁ Λούκουλλος τότε χωρὶς ὅπλων ἐχειροῦτο τοὺς βαρβάρους, καὶ γὰρ Ἀράβων βασιλεῖς ἧκον πρὸς αὐτὸν ἐγχειρίζοντες τὰ σφέτερα, καὶ τὸ Σωφηνῶν ἔθνος προσεχώρει·