Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Λούκουλλος 35.4
Not analysed yet
οἱ δʼ ἀπετρίβοντο τὰς δεξιώσεις καὶ κενὰ προσερρίπτουν βαλάντια, καὶ μόνον μάχεσθαι τοῖς πολεμίοις ἐκέλευον, ἀφʼ ὧν μόνος ἠπίστατο πλουτεῖν. οὐ μὴν ἀλλὰ τῶν ἄλλων στρατιωτῶν δεομένων ἐκβιασθέντες οἱ Φιμβριανοὶ συνέθεντο παραμεῖναι τὸ θέρος· ἐὰν δὲ μηδεὶς ἐν τῷ χρόνῳ τούτῳ κατίῃ πρὸς αὐτοὺς ἀγωνιούμενος, ἀπηλλάχθαι. ταῦτʼ ἔδει στέργειν ἐξ ἀνάγκης τὸν Λούκουλλον, ἢ προέσθαι τοῖς βαρβάροις τὴν χώραν ἀπολειφθέντα.