Ancient Greek · ~4 min
35.5 to 35.7
Plutarch, Λούκουλλος 35.5-7
Not analysed yet
συνεῖχεν οὖν αὐτοὺς οὐκέτι προσβιαζόμενος οὐδὲ προάγων πρὸς μάχην, ἀλλʼ εἰ παραμένοιεν ἀγαπῶν, καὶ περιορῶν πορθουμένην ὑπὸ τοῦ Τιγράνου τὴν Καππαδοκίαν καὶ πάλιν ὑβρίζοντα Μιθριδάτην, ὃν αὐτὸς ἐπεστάλκει τῇ συγκλήτῳ γράφων καταπεπολεμῆσθαι· καὶ οἱ πρέσβεις παρῆσαν αὐτῷ πρὸς τὴν διάθεσιν τῶν ἐν Πόντῳ πραγμάτων, ὡς δὴ βεβαίως ἐχομένων. καὶ δὴ παρόντες ἑώρων οὐδʼ αὑτοῦ κύριον, ἀλλὰ παροινούμενον καὶ προπηλακιζόμενον ὑπὸ τῶν στρατιωτῶν, οἷς γε τοσοῦτο περιῆν τῆς εἰς τὸν στρατηγὸν ἀσελγείας, ὥστε τοῦ θέρους λήγοντος ἐνδύντες τὰ ὅπλα καὶ σπασάμενοι τὰς μαχαίρας προεκαλοῦντο τοὺς μηδαμοῦ παρόντας, ἀλλʼ ἀπηρκότας ἤδη πολεμίους, ἀλαλάξαντες δὲ καὶ σκιαμαχήσαντες ἀπεχώρησαν ἐκ τοῦ χάρακος, ἐπιμαρτυράμενοι πεπληρῶσθαι τὸν χρόνον, ὃν ὡμολόγησαν τῷ Λουκούλλῳ παραμενεῖν. τοὺς δʼ ἄλλους ἐκάλει διὰ γραμμάτων Πομπήιος· ἤδη γὰρ ἀποδέδεικτο τοῦ πρὸς Μιθριδάτην καὶ Τιγράνην πολέμου στρατηγὸς χάριτι τοῦ δήμου καὶ κολακείᾳ τῶν δημαγωγῶν, ἐπεὶ τῇ γε βουλῇ καὶ τοῖς ἀρίστοις ἄδικα πάσχειν ἐδόκει Λούκουλλος οὐ πολέμου διαδόχους, ἀλλὰ θριάμβου λαμβάνων, οὐδὲ τῆς στρατηγίας ἀναγκαζόμενος, ἀλλὰ τῶν ἐπάθλων τῆς στρατηγίας ἐξίστασθαι καὶ παραχωρεῖν ἑτέροις.