Ancient Greek · ~2 min
Chapter 40
Plutarch, Λούκουλλος 40.3
Not analysed yet
Κάτων δʼ ἦν αὐτῷ φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε, νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ σωφροσύνης διελθόντος, ἐπαναστὰς ὁ Κάτων οὐ παύσῃ, ἔφη, σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δʼ ὡς Λούκουλλος, λέγων δὲ ὡς Κάτων; ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δὲ οὐ λέγουσιν.