Ancient Greek · ~1 min
Chapter 41
Plutarch, Λούκουλλος 41.1
Not analysed yet
ὁ μέντοι Λούκουλλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπομνημονευομένων, λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δʼ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι τὴν κλῆσιν, ὡς διʼ αὐτοὺς καθʼ ἡμέραν τοσούτων ἀναλισκομένων·