Ancient Greek · ~3 min
41.3 to 41.4
Plutarch, Λούκουλλος 41.3-4
Not analysed yet
ὄντος δὲ περὶ τούτου, ὡς εἰκὸς, ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατʼ ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομπήιος, ὁ μέν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, Πομπηΐῳ δʼ ἦν μέν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις ἐπιεικῶς ἀλλήλοις. ἀσπασάμενος οὖν ὁ Κικέρων αὐτὸν ἠρώτησεν, ὅπως ἔχει πρὸς ἔντευξιν τοῦ δὲ φήσαντος, ὡς ἄριστα, καὶ παρακαλοῦντος ἐντυγχάνειν ἡμεῖς, ἔφη, βουλόμεθα δειπνῆσαι παρά σοὶ τήμερον οὕτως, ὅπως ἐστί σοι παρεσκευασμένα θρυπτομένου δὲ τοῦ Λουκούλλου καὶ μεταλαβεῖν ἡμέραν ἀξιοῦντος οὐκ ἔφασαν ἐπιτρέψειν, οὐδʼ εἴων διαλέγεσθαι τοῖς οἰκέταις, ἵνα μή τι πλέον κελεύσῃ γενέσθαι τῶν αὐτῷ γινομένων,