Ancient Greek · ~2 min
Chapter 41
Plutarch, Λούκουλλος 41.5
Not analysed yet
πλὴν τοσοῦτο μόνον αἰτουμένῳ συνεχώρησαν εἰπεῖν πρὸς ἕνα τῶν οἰκετῶν ἐναντίον ἐκείνων, ὅτι τήμερον ἐν τῷ Ἀπόλλωνι δειπνήσοι· τοῦτο γάρ τις εἶχε τῶν πολυτελῶν οἴκων ὄνομα· καὶ τοῦτο σεσοφισμένος ἐλελήθει τοὺς ἄνδρας, ἑκάστῳ γὰρ, ὡς ἔοικε, δειπνητηρίῳ τεταγμένον ἦν τίμημα δείπνου, καὶ χορηγίαν ἰδίαν καὶ παρασκευὴν ἕκαστον εἶχεν, ὥστε τοὺς δούλους ἀκούσαντας, ὅπου βούλεται δειπνεῖν, εἰδέναι, πόσον δαπάνημα καὶ ποῖόν τι κόσμῳ καὶ διαθέσει γενέσθαι δεῖ τὸ δεῖπνον εἰώθει δὲ δειπνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων·