Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Λούκουλλος 7.4
Not analysed yet
ἀφελὼν γὰρ τὰ παντοδαπὰ πλήθη καὶ τὰς πολυγλώσσους ἀπειλὰς τῶν βαρβάρων, ὅπλων τε διαχρύσων καὶ διαλίθων κατασκευάς, ὡς λάφυρα τῶν κρατούντων, οὐκ ἀλκήν τινα τῶν κεκτημένων ὄντα, ξίφη μὲν ἠλαύνετο Ῥωμαϊκά καὶ θυρεοὺς ἐμβριθεῖς ἐπήγνυτο καὶ γεγυμνασμένους μᾶλλον ἢ κεκοσμημένους ἤθροιζεν ἵππους, πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν, ἱππεῖς δὲ πρὸς μυρίοις ἑξακισχιλίους ἄνευ τῶν δρεπανηφόρων τεθρίππων ταῦτα δʼ ἦν ἑκατόν·