Ancient Greek · ~2 min
7.5 to 7.6
Plutarch, Λούκουλλος 7.5-6
Not analysed yet
ἔτι δὲ ναῦς οὐ χρυσορόφοις σκηνίσιν οὐδὲ λουτροῖς παλλακίδων καὶ γυναικωνίτισι τρυφώσαις ἠσκημένας, ἀλλʼ ὅπλων καὶ βελῶν καὶ χρημάτων γεμούσας παραρτυσάμενος ἐνέβαλεν εἰς Βιθυνίαν, τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν, ἀφόρητα πάσχουσαν ὑπὸ Ῥωμαϊκῶν δανειστῶν καὶ τελωνῶν· οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπάζοντας αὐτῶν ὁ Λούκουλλος ἐξήλασε, τότε δὲ μετριωτέρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατέπαυε τῶν δήμων, οὐδενὸς, ὡς ἔπος εἰπεῖν, ἡσυχάζοντος.