Ancient Greek · ~2 min
23.6 to 23.7
Plutarch, Μάρκελλος 23.6-7
Not analysed yet
ἐπεὶ δὲ διηνέχθησαν αἱ γνῶμαι καὶ νικῶν ἀπεδείχθη, προσπίπτουσιν αὐτῷ οἱ Συρακούσιοι, μετὰ δακρύων δεόμενοι τὴν ὀργὴν εἰς αὐτοὺς ἀφεῖναι τοὺς παρόντας, οἰκτεῖραι δὲ τὴν ἄλλην πόλιν μεμνημένην ὧν ἔτυχεν ἀεὶ καὶ χάριν ἔχουσαν. ἐπικλασθεὶς οὖν ὁ Μάρκελλος τούτοις τε διηλλάγη, καὶ τοῖς ἄλλοις Συρακουσίοις ἀεί τι πράττων ἀγαθὸν διετέλει. καὶ τὴν ἐλευθερίαν ἣν ἀπέδωκεν αὐτοῖς, καὶ τοὺς νόμους καὶ τῶν κτημάτων τὰ περιόντα βέβαια παρέσχεν ἡ σύγκλητος, ἀνθʼ ὧν ἄλλας τε τιμὰς ὑπερφυεῖς ἔσχε παρʼ αὐτοῖς, καὶ νόμον ἔθεντο τοιοῦτον, ὁπόταν ἐπιβῇ Σικελίας Μάρκελλος ἢ τῶν ἐκγόνων τις αὐτοῦ, στεφανηφορεῖν Συρακουσίους καὶ θύειν τοῖς θεοῖς.