Ancient Greek · ~2 min
24.1 to 24.2
Plutarch, Μάρκελλος 24.1-2
Not analysed yet
τοὐντεῦθεν ἤδη τρέπεται πρὸς Ἀννίβαν. καὶ τῶν ἄλλων ὑπάτων καὶ ἡγεμόνων σχεδὸν ἁπάντων μετὰ τὰ ἐν Κάνναις ἑνὶ στρατηγήματι τῷ φυγομαχεῖν χρωμένων ἐπὶ τὸν ἄνδρα, παρατάττεσθαι δὲ καὶ συμπλέκεσθαι μηδενὸς τολμῶντος, αὐτὸς ἐπὶ τὴν ἐναντίαν ὥρμησεν ὁδόν, οἰόμενος τῷ δοκοῦντι καταλύειν Ἀννίβαν χρόνῳ πρότερον ἐκτριβεῖσαν ὑπʼ ἐκείνου λήσεσθαι τὴν Ἰταλίαν, καὶ τὸν Φάβιον ἀεὶ τῆς ἀσφαλείας ἐχόμενον οὐ καλῶς ἔχειν ἰᾶσθαι τὸ νόσημα τῆς πατρίδος, περιμένοντα τῇ ῥώμῃ μαραινομένῃ συναποσβῆναι τὸν πόλεμον, ὥσπερ ἰατρῶν τοὺς ἀτόλμους καὶ δειλοὺς πρὸς τὰ βοηθήματα, τῆς νόσου παρακμὴν τὴν τῆς δυνάμεως ἐξανάλωσιν ἡγουμένους.