Ancient Greek
26.3 to 26.4
Plutarch, Μάρκελλος 26.3-4
Not analysed yet
ὁ δὲ ἐμβαλὼν εἷς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο. λέγονται γὰρ ὑπὲρ ὀκτακισχιλίους ἀποθανεῖν Ῥωμαίων δὲ νεκροὶ μὲν ἐγένοντο τρισχίλιοι, τραυματίαι δὲ ὀλίγου δεῖν ἅπαντες. καὶ τοῦτο παρέσχεν Ἀννίβᾳ καθʼ ἡσυχίαν ἀναστάντι νυκτὸς ἆραι πορρωτάτω τοῦ Μαρκέλλου. διώκειν γὰρ οὐκ ἦν δυνατὸς ὑπὸ πλήθους τῶν τετρωμένων, ἀλλὰ κατὰ σχολὴν εἷς Καμπανίαν ἀνέζευξε, καὶ τὸ θέρος ἐν Σινοέσσῃ διῆγεν ἀναλαμβάνων τοὺς στρατιώτας.