Ancient Greek · ~2 min
27.1 to 27.2
Plutarch, Μάρκελλος 27.1-2
Not analysed yet
ὁ δὲ Ἀννίβας ὡς ἀπέρρηξεν ἑαυτὸν τοῦ Μαρκέλλου, χρώμενος ὥσπερ λελυμένῳ τῷ στρατεύματι, πᾶσαν ἀδεῶς ἐν κύκλῳ περιϊὼν ἔφλεγε τὴν Ἰταλίαν καὶ κακῶς ἤκουσεν ἐν Ῥώμῃ Μάρκελλος, οἱ δὲ ἐχθροὶ Πουβλίκιον Βίβλον, ἕνα τῶν δημάρχων, ἀνέστησαν ἐπὶ τὴν κατηγορίαν αὐτοῦ, δεινὸν εἰπεῖν ἄνδρα καὶ βίαιον· ὃς πολλάκις συναγαγὼν τὸν δῆμον ἔπειθεν ἄλλῳ παραδοῦναι στρατηγῷ τὴν δύναμιν, ἐπεὶ Μάρκελλος, ἔφη, μικρὰ τῷ πολέμῳ προσγεγυμνασμένος ὥσπερ ἐκ παλαίστρας ἐπὶ θερμὰ λουτρὰ θεραπεύσων ἑαυτὸν τέτραπται. ταῦτα πυνθανόμενος ὁ Μάρκελλος ἐπὶ μὲν τοῦ στρατοπέδου τοὺς πρεσβευτὰς ἀπέλιπεν, αὐτὸς δὲ πρὸς τὰς διαβολὰς ἐπλογησόμενος εἰς Ῥώμην ἐπανῆλθεν.