Ancient Greek · ~2 min
Chapter 12
Plutarch, Γάϊος Μάρκιος 12.2
Not analysed yet
ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτʼ ἀγορὰν ἔχοντα μήτʼ, εἰ παρῆν ἀγορά, χρημάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ διαβολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν αὐτοῖς ὑπὸ μνησικακίας. ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρεσβεία τὴν πόλιν παραδιδόντων καὶ δεομένων ἀποίκους ἀποστέλλειν. νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν ἀνθρώπων ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆναι μέρος.