Ancient Greek
12.3 to 12.4
Plutarch, Γάϊος Μάρκιος 12.3-4
Not analysed yet
ἔδοξεν οὖν τοῖς νοῦν ἔχουσιν εἰς δέον γεγονέναι καὶ κατὰ καιρὸν ἡ χρεία τῶν Οὐελιτρανῶν διά τε τὴν ἀπορίαν κουφισμοῦ δεομένοις, καὶ τὴν στάσιν ἅμα σκεδάσειν ἤλπιζον, εἰ τὸ θορυβοῦν μάλιστα καὶ συνεπηρμένον τοῖς δημαγωγοῖς ὥσπερ περίττωμα τῆς πόλεως νοσερὸν καὶ ταραχῶδες ἀποκαθαρθείη. τούτους τε δὴ καταλέγοντες εἰς τὴν ἀποικίαν ἐξέπεμπον οἱ ὕπατοι, καὶ στρατείαν ἐπήγγελλον ἑτέροις ἐπὶ τοὺς Οὐολούσκους, ἀσχολίαν τε τῶν ἐμφυλίων μηχανώμενοι θορύβων, καὶ νομίζοντες ἐν ὅπλοις καὶ στρατοπέδῳ καὶ κοινοῖς ἀγῶσιν αὖθις γενομένους πλουσίους ὁμοῦ καὶ πένητας καὶ δημοτικοὺς καὶ πατρικίους, ἡμερώτερον ἂν διατεθῆναι πρὸς ἀλλήλους καὶ ἥδιον.