Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Γάϊος Μάρκιος 20.1
Not analysed yet
ὁρῶν οὖν ὁ Μάρκιος εὐνοίᾳ μὲν αὐτοῦ, φόβῳ δὲ τοῦ δήμου τὴν σύγκλητον ἀπορουμένην, ἠρώτησε τοὺς δημάρχους τί κατηγοροῦσιν αὑτοῦ καὶ περί τίνος κριθησόμενον ἐπὶ τὸν δῆμον ἐξάγουσιν. εἰπόντων δʼ ἐκείνων ὅτι τυραννίς ἐστὶ τὸ ἔγκλημα καὶ τυραννεῖν διανοούμενον ἀποδείξουσιν αὐτόν, οὕτως ἐξαναστὰς αὐτὸς ἔφη πρὸς τὸν δῆμον ἤδη βαδίζειν ἀπολογησόμενος καὶ μηδένα τρόπον κρίσεως μηδέ, ἂν ἁλῷ, κολάσεως παραιτεῖσθαι· μόνον ὅπως, ἔφη, τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν. ὡς δʼ ὡμολόγησαν, ἐπὶ τούτοις ἡ κρίσις ἐγίνετο.