Ancient Greek · ~4 min
20.2 to 20.4
Plutarch, Γάϊος Μάρκιος 20.2-4
Not analysed yet
συνελθόντος δὲ τοῦ δῆμον πρῶτον μὲν οὐ κατὰ λόχους, ἀλλὰ κατὰ φυλὰς ἐβιάζοντο γίνεσθαι τὴν ψηφοφορίαν, τῶν εὐπόρων καὶ γνωρίμων καὶ στρατευομένων τὸν ἄπορον καὶ πολυπράγμονα καὶ τὸν καλοῦ φροντίζοντα μηδὲν ὄχλον ἐπίπροσθεν ταῖς ψήφοις ποιοῦντες. ἔπειτα τὴν τυραννίδος ἀφέντες αἰτίαν ἀναπόδεικτον οὖσαν, ἐκείνων πάλιν ἐμέμνηντο τῶν λόγων οὓς ὁ Μάρκιος πρότερον εἶπεν ἐν τῇ βουλῇ, κωλύων μὲν ἐπευωνίσαι τὴν ἀγοράν, ἀφελέσθαι δὲ τὴν δημαρχίαν τοῦ δῆμον κελεύων. καινὸν δὲ κατηγόρησαν αὑτοῦ κατηγόρημα τὴν διανομὴν τῶν λαφύρων, ἃ λαβὼν ἐκ τῆς Ἀντιατῶν χώρας οὐκ ἀνήνεγκεν εἰς τὸ δημόσιον, ἀλλὰ διένειμε τοῖς μεθʼ αὑτοῦ στρατευομένοις· ὑφʼ οὗ δὴ καὶ μάλιστα λέγεται διαταραχθῆναι τὸν Μάρκιον. οὐ γὰρ προσεδόκησεν οὐδʼ εὐπόρησε πρὸς τὸν ὄχλον ἐκ τοῦ παραυτίκα λόγων πιθανῶν, ἀλλʼ ἐπαινοῦντι τοὺς στρατευσαμένους ἐθορύβησαν αὐτῷ πλείονες ὄντες οἱ μὴ στρατευσάμενοι. τέλος δʼ οὖν ταῖς φυλαῖς τῆς ψήφου δοθείσης αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο. ἦν δὲ τίμημα τῆς καταδίκης ἀίδιος φυγή.