Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Γάϊος Μάρκιος 23.3
Not analysed yet
οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κινδύνων ἐκείνων ἐκτησάμην ἔπαθλον ἢ τὸ παράσημον ὄνομα τῆς πρὸς ὑμᾶς ἔχθρας, καὶ τοῦτό μοι περίεστιν ἀναφαίρετον τὰ δʼ ἄλλα ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι, καὶ φυγὰς ἐλήλαμαι, καὶ γέγονα τῆς ἑστίας τῆς σῆς ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας τί γὰρ ἔδει με δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν; ʼ ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλλόντων τῷ σὲ ποιεῖν ἐμαυτοῦ κύριον.