Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Γάϊος Μάρκιος 23.4
Not analysed yet
εἰ μὲν οὖν ἐστί σοὶ θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι, ταῖς ἐμαῖς συμφοραῖς, ὦ γενναῖε, χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησον Οὐολούσκων τὴν ἐμὴν ἀτυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς, ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δʼ ἀπείρηκας, οὔτʼ ἐγὼ βούλομαι ζῆν οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δʼ ἀνωφελῆ καὶ ἄχρηστον.