Ancient Greek · ~4 min
24.1 to 24.3
Plutarch, Γάϊος Μάρκιος 24.1-3
Not analysed yet
τὴν δὲ Ῥώμην ἥ τε τῶν πατρικίων δυσμένεια πρὸς τὸν δῆμον, οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων, ἐτάραττε, καὶ πολλὰ δαιμόνια μάντεις καὶ ἱερεῖς καὶ ἰδιῶται προσήγγελλον ἄξια φροντίδος. ἓν δὲ λέγεται τοιοῦτό τι γενέσθαι. Τίτος ἦν Λατῖνος, ἀνὴρ οὐκ ἄγαν ἐπιφανής, ἀπράγμων δὲ καὶ μέτριος ἄλλως καὶ καθαρὸς δεισιδαιμονίας, ἔτι δὲ μᾶλλον ἀλαζονείας. οὗτος ὄναρ εἶδεν ὡς τοῦ Διὸς εἰς ὄψιν ἥκοντος αὐτῷ καὶ κελεύοντος εἰπεῖν πρὸς τὴν σύγκλητον ὅτι κακὸν τὸν ὀρχηστὴν ἔστειλαν αὐτῷ πρὸ τῆς πομπῆς καὶ ἀτερπέστατον. ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδός τε χρηστοῦ θάνατον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παρεθέντος ἀκρατὴς γενέσθαι. ταῦτα δʼ ἐν κλινιδίῳ φοράδην κομισθεὶς εἰς τὴν σύγκλητον ἀπήγγειλεν. ἀπαγγείλας δʼ, ὥς φασιν, εὐθὺς ᾔσθετο ῥωννύμενον αὑτοῦ τὸ σῶμα, καὶ ἀναστὰς ἀπῄει διʼ αὑτοῦ βαδίζων, θαυμάσαντες οὖν οἱ βουλευταὶ πολλὴν ἐποιήσαντο τοῦ πράγματος ζήτησιν. ἦν δὲ τοιοῦτον· οἰκέτην τις αὑτοῦ παραδοὺς οἰκέταις ἑτέροις ἐκέλευσεν ἐξάγειν διʼ ἀγορᾶς μαστιγοῦντας, εἶτʼ ἀποκτεῖναι.