Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Γάϊος Μάρκιος 24.4
Not analysed yet
ταῦτα πράττουσιν αὐτοῖς καὶ τὸν ἄνθρωπον αἰκιζομένοις, στροφάς τε παντοδαπὰς ὑπʼ ὀδύνης στρεφόμενον καὶ κινήσεις ἄλλας ἀτερπεῖς τῷ περιπαθεῖν κινούμενον, ἡ πομπὴ κατὰ τύχην ἠκολουθήκει. καὶ πολλοὶ μὲν ἐδυσχέραινον τῶν παρόντων, οὔτε ὄψιν ἱλαρὰν ὁρῶντες οὔτε κινήσεις πρεπούσας, οὐδεὶς δʼ ἐπεξῆλθεν, ἀλλὰ λοιδορίαι μόνον ἐγένοντο καὶ κατάραι τῷ πικρῶς οὕτως κολάζοντι. καὶ γὰρ ἐχρῶντο πολλῇ πρὸς τοὺς οἰκέτας ἐπιεικείᾳ τότε, διὰ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς καὶ συνηθέστερον.