Ancient Greek · ~2 min
Chapter 30
Plutarch, Γάϊος Μάρκιος 30.2
Not analysed yet
ἀλλʼ ὁρῶντες ἐν τῇ πόλει διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δʼ ἐνδεᾶ τόλμης καὶ σωτηρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλλαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν, ὅτε παύσασθαι καλῶς εἶχεν ὀργῆς καὶ μνησικακίας, ἀρχομένην. ἔδοξεν οὖν πᾶσι πρέσβεις ἀποστεῖλαι πρὸς τὸν Μάρκιον ἐκείνῳ τε κάθοδον διδόντας εἰς τὴν πατρίδα καὶ τὸν πόλεμον αὐτοῖς λῦσαι δεομένους.