Ancient Greek
30.3 to 30.5
Plutarch, Γάϊος Μάρκιος 30.3-5
Not analysed yet
οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρʼ ἀνδρὸς οἰκείου καὶ συνήθους, ἐγίνετο τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες ἐνετύγχανον αὐτῷ μετʼ ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς. ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περί αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν. εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ αὑτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε, τὰ δʼ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν, ὅσην ἀπετέμοντο πολέμῳ, κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις· ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου, χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα· καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.