Ancient Greek · ~2 min
Chapter 36
Plutarch, Γάϊος Μάρκιος 36.4
Not analysed yet
ὁ δὲ Μάρκιος ἀναβοήσας· οἷα εἴργασαί με, ὦ μῆτερ ,ἐξανίστησιν αὐτὴν, καὶ τὴν δεξιὰν πιέσας σφόδρα· νενίκηκας, εἶπεν, εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δʼ ὀλέθριον· ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττώμενος. τοῦτο δʼ εἰπὼν, καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπήγαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐδʼ ὁμοίως διακειμένους ἅπαντας.