Ancient Greek · ~1 min
Chapter 36
Plutarch, Γάϊος Μάρκιος 36.5
Not analysed yet
οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δὲ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον, ἀλλὰ συγγνωστόν ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις. ἀντεῖπε δʼ οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν μᾶλλον αὐτοῦ θαυμάζοντες ἢ τὴν ἐξουσίαν.