Ancient Greek · ~2 min
Chapter 38
Plutarch, Γάϊος Μάρκιος 38.3
Not analysed yet
ὅπου δʼ ἡμᾶς ἡ ἱστορία πολλοῖς ἀποβιάζεται καὶ πιθανοῖς μάρτυσιν, ἀνόμοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν, ὥσπερ ἐν ὕπνοις ἀκούειν οὐκ ἀκούοντες καὶ βλέπειν οὐ βλέποντες δοκοῦμεν. οὐ μὴν ἀλλὰ τοῖς ὑπʼ εὐνοίας καὶ φιλίας πρὸς τὸν θεὸν ἄγαν ἐμπαθῶς ἔχουσι, καὶ μηδὲν ἀθετεῖν μηδʼ ἀναίνεσθαι τῶν τοιούτων δυναμένοις, μέγα πρὸς πίστιν ἐστὶ τὸ θαυμάσιον καὶ μὴ καθʼ ἡμᾶς τῆς τοῦ θεοῦ δυνάμεως.