Ancient Greek
Chapter 38
Plutarch, Γάϊος Μάρκιος 38.4
Not analysed yet
οὐδὲν γὰρ οὐδαμῶς ἀνθρωπίνῳ προσέοικεν οὔτε φύσιν οὔτε κίνησιν οὔτε τέχνην οὔτʼ ἰσχύν, οὐδʼ εἴ τι ποιεῖ τῶν ἡμῖν ἀποιήτων καὶ μηχανᾶται τῶν ἀμηχάνων, παράλογόν ἐστιν, ἀλλὰ μᾶλλον ἐν πᾶσι διαφέρων πολύ μάλιστα τοῖς ἔργοις ἀνόμοιός ἐστι καὶ παρηλλαγμένος. ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθʼ Ἡράκλειτον, ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.