Ancient Greek
Chapter 1
Plutarch, Γάιος Μάριος 1.2
Not analysed yet
ἐξ οὗ καὶ μάλιστα Ποσειδώνιος ἐλέγχειν οἴεται τοὺς τὸ τρίτον ὄνομα Ῥωμαίοις κύριον εἶναι νομίζοντας, οἷον τὸν Κάμιλλον καὶ τὸν Μάρκελλον καὶ τὸν Κάτωνα· γίνεσθαι γὰρ ἂν ἀνωνύμους τοὺς ἀπὸ μόνων τῶν δυεῖν προσαγορευομένους. λανθάνει δὲ ἑαυτὸν ὅτι τούτῳ τῷ λόγῳ πάλιν αὐτὸς ἀνωνύμους ποιεῖ τὰς γυναῖκας· οὐδεμιᾷ γάρ γυναικὶ τίθεται τῶν ὀνομάτων τὸ πρῶτον, ὅπερ οἴεται κύρίων ὄνομα Ῥωμαίοις ὑπάρχειν ὁ Ποσειδώνιος.