Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Γάιος Μάριος 1.3
Not analysed yet
τῶν δὲ ἄλλων τὸ μὲν κοινὸν ἀπὸ συγγενείας, τοὺς Πομπηΐους καὶ τοὺς Μαλλίους καὶ τοὺς Κορνηλίους ὥσπερ ἂν Ἡρακλείδας τις εἴποι καὶ Πελοπίδας, τοῦτο δὲ προσηγορικὸν ἐξ ἐπιθέτου πρὸς τὰς φύσεις ἢ τὰς πράξεις ἢ τὰ τοῦ σώματος εἴδη καὶ πάθη τίθεσθαι, τὸν Μακρῖνον καὶ τὸν Τουρκουᾶτον καὶ τὸν Σύλλαν οἶόν ἐστιν ὁ Μνήμων ἢ ὁ Γρυπὸς ἢ ὁ Καλλίνικος, εἰς μὲν οὖν ταῦτα πολλὰς δίδωσιν ἐπιχειρήσεις ἡ τῆς συνηθείας ἀνωμαλία.