Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Γάιος Μάριος 28.2
Not analysed yet
ἀλλʼ ἦν, ὡς λέγουσι, πρὸς πολιτείαν καὶ τοὺς ἐν ὄχλοις θορύβους ὑπὸ φιλοδοξίας ἀτολμότατος, καὶ τὸ παρὰ τὰς μάχας ἀνέκπληκτον καὶ στάσιμον ἐν ταῖς ἐκκλησίαις ἀπέλειπεν αὐτὸν ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων ἐξιστάμενον. καίτοι λέγεται Καμερίνων ἄνδρας ὁμοῦ χιλίους διαπρεπῶς ἀγωνισαμένους ἐν τῷ πολέμῳ δωρησάμενος πολιτείᾳ, δοκοῦντος εἶναι τούτου παρανόμου καί τινων ἐγκαλούντων, εἰπεῖν ὅτι τοῦ νόμου διὰ τὸν τῶν ὅπλων ψόφον οὐ κατακούσειεν.