Ancient Greek
28.3 to 28.4
Plutarch, Γάιος Μάριος 28.3-4
Not analysed yet
οὐ μὴν ἀλλὰ μᾶλλον ἔοικεν ἐκπλήσσεσθαι καὶ δεδιέναι τὴν ἐν ταῖς ἐκκλησίαις κραυγήν. ἐν μὲν γε τοῖς ὅπλοις ἀξίωμα καὶ δύναμιν εἶχε διὰ τὴν χρείαν, ἐν δὲ τῇ πολιτείᾳ περικοπτόμενος τὰ πρωτεῖα κατέφευγεν ἐπὶ τὴν τῶν πολλῶν εὔνοιαν καὶ χάριν, ὑπὲρ τοῦ μέγιστος γενέσθαι τὸ βέλτιστος εἶναι προϊέμενος. πᾶσι μὲν οὖν προσέκρουε τοῖς ἀριστοκρατικοῖς, μάλιστα δὲ ὀρρωδῶν τὸν Μέτελλον ἠχαριστημένον ὑπʼ αὐτοῦ καὶ φύσει διʼ ἀρετὴν ἀληθῆ πολεμοῦντα τοῖς οὐ κατὰ τὸ βέλτιστον ὑποδυομένοις τὰ πλήθη καὶ πρὸς ἡδονὴν δημαγωγοῦσιν, ἐπεβούλευε τῆς πόλεως ἐκβαλεῖν τὸν ἄνδρα.