Ancient Greek
Chapter 28
Plutarch, Γάιος Μάριος 28.5
Not analysed yet
καὶ πρὸς τοῦτο Γλαυκίαν καὶ Σατορνῖνον, ἀνθρώπους θρασυτάτους καὶ πλῆθος ἄπορον καὶ θορυβοποιὸν ὑπʼ αὑτοῖς ἔχοντας, σἰκειωσάμενος εἰσέφερε νόμους διʼ αὐτῶν καὶ τὸ στρατιωτικὸν ἐπάρας κατεμίγνυε ταῖς ἐκκλησίαις καὶ κατεστασίαζε τὸν Μέτελλον. ὡς δὲ Ῥουτίλιος ἱστορεῖ, τὰ μὲν ἄλλα φιλαλήθης ἀνήρ καὶ χρηστός, ἰδίᾳ δὲ τῷ Μαρίῳ προσκεκρουκώς, καὶ τῆς ἕκτης ἔτυχεν ὑπατείας ἀργύριον εἷς τὰς φυλὰς καταβαλὼν πολὺ καὶ πριάμενος τὸ Μέτελλον ἐκκροῦσαι τῆς ἀρχῆς, Οὐαλλέριον δὲ Φλάκκον ὑπηρέτην μᾶλλον ἢ συνάρχοντα τῆς ὑπατείας λαβεῖν.