Ancient Greek · ~4 min
35.3 to 35.5
Plutarch, Γάιος Μάριος 35.3-5
Not analysed yet
αὐτὸς δὲ Σύλλας ἐν τοῖς ὑπομνήμασιν οὔ φησι καταφυγεῖν πρὸς τὸν Μάριον, ἀλλʼ ἀπαλλαχθῆναι βουλευσόμενος ὑπὲρ ὧν Σουλπίκιος ἠνάγκαζεν αὑτὸν ἄκοντα ψηφίσασθαι, περισχὼν ἐν κύκλῳ ξίφεσι γυμνοῖς καὶ συνελάσας πρὸς τὸν Μάριον, ἄχρι οὗ προελθὼν ἐκεῖθεν εἴς ἀγοράν, ὡς ἠξίουν ἐκεῖνοι, τὰς ἀπραξίας ἔλυσε. γενομένων δὲ τούτων ὅ τε Σουλπίκιος ἤδη κρατῶν ἐπεχειροτόνησε τε Μαρίῳ τὴν στρατηγίαν, ὅ τε Μάριος ἐν παρασκευῇ τῆς ἐξόδου καθειστήκει, καὶ δύο χιλιάρχους ἐξέπεμψε παραληψομένους τὸ Σύλλα στράτευμα. Σύλλας δὲ τοὺς στρατιώτας παροξύνας ἦσαν δὲ τρισμυρίων καὶ πεντακισχιλίων οὐ μείους ὁπλῖται προήγαγεν ἐπὶ τὴν Ῥώμην. τοὺς δὲ χιλιάρχους, οὓς ἐπέπεμψε Μάριος, προσπεσόντες οἱ στρατιῶται διέφθειραν. πολλοὺς δὲ καὶ Μάριος ἐν Ῥώμῃ τῶν Σύλλα φίλων ἀνῃρήκει, καὶ δούλοις ἐλευθερίαν ἐκήρυττεν ἐπὶ συμμαχίᾳ· λέγονται δὲ τρεῖς μόνοι προσγενέσθαι. μικρὰ δ̓· ἀντιστὰς εἰσελάσαντι τῷ Σύλλᾳ καὶ ταχέως ἐκβιασθεὶς ἔφυγε. τῶν δὲ περὶ αὐτόν, ὡς πρῶτον ἐξέπεσε τῆς πόλεως, διασπαρέντων, σκότους ὄντος εἴς τι τῶν ἐπαυλίων αὑτοῦ Σολώνιον κατέφυγε.