Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Γάιος Μάριος 35.6
Not analysed yet
καὶ τὸν μὲν υἱὸν ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ Γράνιον ἔχων μεθʼ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. ὁ δὲ νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου, λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς πολεμίους ἔλαθεν, ἀλλʼ ἦλθον ἱππεῖς ἐλαύνοντες καθʼ ὑπόνοιαν ἐπὶ τὸν τόπον·