Ancient Greek
Chapter 36
Plutarch, Γάιος Μάριος 36.1
Not analysed yet
ὁ δὲ πρεσβύτης Μάριος ὡς ἀνήχθη, πνεύματι φορῷ κομιζόμενος παρὰ τὴν Ἰταλίαν ἐφοβήθη Γεμίνιόν τινα τῶν ἐν Ταρρακίνῃ δυνατῶν ἐχθρὸν αὑτοῦ, καὶ ταῖς ναύταις προεῖπεν εἴργεσθαι Ταρρακίνης. οἱ δὲ ἐβούλοντο μὲν αὐτῷ χαρίζεσθαι, τοῦ δὲ πνεύματος εἰς πελάγιον μεθισταμένου καὶ κλύδωνα κατάγοντος πολὺν οὔτε τὸ πορθμεῖον ἐδόκει περικλυζόμενον ἀνθέξειν, τοῦ τε Μαρίου δυσφοροῦντος καὶ κακῶς ἔχοντος ὑπὸ ναυτίας μόλις ἀντιλαμβάνονται τῶν περὶ τὸ Κίρκαιον αἰγιαλῶν.