Ancient Greek · ~2 min
36.2 to 36.3
Plutarch, Γάιος Μάριος 36.2-3
Not analysed yet
τοῦ δὲ χειμῶνος αὐξανομένου καὶ τῶν σιτίων ἐπιλειπόντων ἐκβάντες ἐπλάζοντο πρὸς οὐδένα σκοπόν, ἀλλʼ οἷα συμβαίνει ταῖς μεγάλαις ἀπορίαις ἀεὶ φεύγειν ἐκ τοῦ παρόντος ὡς χαλεπωτάτου καὶ τὰς ἐλπίδας ἔχειν ἐν τοῖς ἀδήλοις. ἐπεὶ πολεμία μὲν ἐκείνοις ἡ γῆ, πολεμία δὲ ἡ θάλασσα, φοβερὸν δὲ ἦν ἀνθρώποις περιπεσεῖν, φοβερὸν δὲ μὴ περιπεσεῖν διʼ ἔνδειαν τῶν ἀναγκαίων. οὐ μὴν ἀλλʼ ὀψέ που βοτῆρσιν ὀλίγοις ἐντυγχάνουσιν, οἳ δοῦναι μὲν οὐδὲν ἔσχον αὐτοῖς δεομένοις, γνωρίσαντες δὲ τὸν Μάριον ἐκέλευον ἀπαλλάττεσθαι τὴν ταχίστην· ὀλίγον γάρ ἔμπροσθεν αὐτόθι κατὰ ζήτησιν αὐτοῦ συχνοὺς ἱππέας ὀφθῆναι διεξελαύνοντας.