Ancient Greek
Chapter 36
Plutarch, Γάιος Μάριος 36.4
Not analysed yet
ἐν παντὶ δὴ γεγονὼς ἀπορίας, μάλιστα δὲ νηστείᾳ τῶν περὶ αὐτὸν ἀπαγορευόντων, τότε μὲν ἐκτραπόμενος τῆς ὁδοῦ καὶ καταβαλὼν ἑαυτὸν εἰς ὕλην βαθεῖαν ἐπιπόνως διενυκτέρευσε. τῇ δ’ ὑστεραίᾳ συνηγμένος ὑπʼ ἐνδείας καὶ τῷ σώματι πρὶν ἐκλελύσθαι παντάπασι χρήσασθαι βουλόμενος ἐχώρει παρὰ τὸν αἰγιαλόν, ἐπιθαρσύνων τοὺς ἑπομένους καὶ δεόμενος μὴ προαποκάμνειν τῆς τελευταίας ἐλπίδος, ἐφʼ ἣν ἑαυτὸν φυλάττει μαντεύμασι παλαιοῖς πιστεύων.