Ancient Greek · ~2 min
Chapter 36
Plutarch, Γάιος Μάριος 36.6
Not analysed yet
ταῦτα οἱ μὲν ἀληθῶς τῷ Μαρίῳ συντυχεῖν οὕτω λέγουσιν οἱ δὲ τοὺς τότε καὶ παρὰ τὴν ἄλλην φυγὴν ἀκούσαντας αὐτοῦ καὶ πιστεύσαντας ἀναγράψαι πρᾶγμα κομιδῇ μυθῶδες. ἀετὸς γὰρ οὐ τίκτει πλεῖον τῶν δυεῖν, ἀλλὰ καὶ Μουσαῖον ἐψεῦσθαι λέγουσιν εἰπόντα περὶ τοῦ ἀετοῦ, ὡς τρία μὲν τίκτει, δύο δ’ ἐκλέπει, ἓν δ’ ἀλεγίζει. τὸ μέντοι πολλάκις ἐν τῇ φυγῇ καὶ ταῖς ἐσχάταις ἀπορίαις Μάριον εἰπεῖν ὡς ἄχρις ἑβδόμης ὑπατείας πρόεισιν, ὁμολογούμενόν ἐστιν.