Ancient Greek · ~1 min
Chapter 37
Plutarch, Γάιος Μάριος 37.1
Not analysed yet
ἤδη δὲ Μιντούρνης, πόλεως Ἰταλικῆς, ὅσον εἴκοσι σταδίων ἀπέχοντες ὁρῶσιν ἱππέων ἴλην πρόσωθεν ἐλαύνοντας ἐπʼ αὐτοὺς καὶ κατὰ τύχην ὁλκάδας δύο φερομένας. ὡς οὖν ἕκαστος ποδῶν εἶχε καὶ ῥώμης καταδραμόντες ἐπὶ τὴν θάλασσαν καὶ καταβαλόντες ἑαυτοὺς προσενήχοντο ταῖς ναυσί. καὶ λαβόμενοι τῆς ἑτέρας οἱ περὶ τὸν Γράνιον ἀπεπέρασαν εἰς τὴν ἄντικρυς νῆσον Αἰναρία καλεῖται·