Ancient Greek · ~2 min
Chapter 40
Plutarch, Γάιος Μάριος 40.2
Not analysed yet
ὕδατος δὲ ἐπιλιπόντος αὐτοὺς ἀναγκαίως Σικελίᾳ κατὰ τὴν Ἐρυκίνην προσέσχον. ἔτυχε δὲ περὶ τοὺς τόπους ἐκείνους ὁ Ῥωμαίων ταμίας παραφυλάσσων, καὶ μικροῦ μὲν αὐτὸν ἀποβάντα τὸν Μάριον εἷλεν, ἀπέκτεινε δὲ περὶ ἑκκαίδεκα τῶν ὑδρευομένων. Μάριος δὲ κατὰ σπουδὴν ἀναχθεὶς καὶ διαπεράσας τὸ πέλαγος πρὸς Μήνιγγα τὴν νῆσον, ἐνταῦθα διαπυνθάνεται πρῶτον ὡς ὁ παῖς αὐτοῦ διασέσῳσται μετὰ Κεθήγου καὶ πορεύονται πρὸς τὸν βασιλέα τῶν Νομάδων Ἰάμψαν, δεησόμενοι βοηθεῖν.