Ancient Greek · ~2 min
Chapter 40
Plutarch, Γάιος Μάριος 40.3
Not analysed yet
ἐφʼ οἷς μικρὸν ἀναπνεύσας ἐθάρρησεν ἀπὸ τῆς νήσου πρὸς τὴν Καρχηδονίαν προσβαλεῖν· ἐστρατήγει δὲ τῆς Λιβύης τότε Σεξτίλιος, ἀνήρ Ῥωμαῖος, οὔτε φαῦλον οὐθὲν οὔτε χρηστὸν ἐκ Μαρίου προειληφώς, ἀλλʼ ὅσον ἀπʼ οἴκτου τι προσδοκώμενος ὠφελήσειν. ἄρτι δὲ αὐτοῦ μετʼ ὀλίγων ἀποβεβηκότος ὑπηρέτης ἀπαντήσας καὶ καταστὰς ἐναντίον εἶπεν, ἀπαγορεύει σοι Σεξτίλιος ὁ στρατηγός, ὦ Μάριε, Λιβύης ἐπιβαίνειν· εἰ δὲ μή, φησὶν ἀμυνεῖν τοῖς τῆς βουλῆς δόγμασιν, ὡς Ῥωμαίων πολεμίῳ χρώμενος.