Ancient Greek · ~2 min
43.5 to 43.6
Plutarch, Γάιος Μάριος 43.5-6
Not analysed yet
καὶ πᾶσα μὲν ὁδός, πᾶσα δὲ πόλις τῶν διωκόντων καὶ κυνηγετούντων τοὺς ὑποφεύγοντας καὶ κεκρυμμένους ἔγεμεν. ἠλέγχετο δὲ καὶ ξενίας καὶ φιλίας πίστις οὐδὲν ἔχουσα παρὰ τὰς τύχας βέβαιον· ὀλίγοι γάρ ἐγένοντο παντάπασιν οἱ μὴ προδόντες αὐτοῖς τοὺς παρὰ σφᾶς καταφυγόντας. ἄξιον οὖν ἄγασθαι καὶ θαυμάσαι τοὺς τοῦ Κορνούτου θεράποντας οἳ, οἱ τὸν δεσπότην ἀποκρύψαντες οἴκοι, νεκρὸν δέ τινα τῶν πολλῶν ἀναρτήσαντες ἐκ τοῦ τραχήλου καὶ περιθέντες αὐτῷ χρυσοῦν δακτύλιον ἐπεδείκνυον τοῖς Μαρίου δορυφόροις καὶ κοσμήσαντες ὡς ἐκεῖνον αὐτὸν ἔθαπτον. ὑπενόησε δὲ οὐδείς, ἀλλʼ οὕτω λαθὼν ὁ Κορνοῦτος ὑπὸ τῶν οἰκετῶν εἰς Γαλατίαν διεκομίσθη.