Ancient Greek
Chapter 44
Plutarch, Γάιος Μάριος 44.1
Not analysed yet
χρηστῷ δὲ καὶ Μᾶρκος Ἀντώνιος ὁ ῥήτωρ φίλῳ χρησάμενος ἠτύχησεν. ὁ γάρ ἄνθρωπος ἦν μὲν πένης καὶ δημοτικός, ὑποδεξάμενος δὲ πρῶτον ἄνδρα Ῥωμαίων καὶ φιλοφρονούμενος ἐκ τῶν παρόντων, οἰκέτην ἔπεμψε πρός τινα τῶν ἐγγὺς καπήλων ληψόμενον οἶνον. διαγευομένου δὲ ἐπιμελέστερον καὶ βελτίονα μετρῆσαι κελεύοντος ἠρώτησεν ὁ κάπηλος ὁ τι παθὼν οὐχὶ τὸν νέον, ὥσπερ εἴωθεν, ὠνεῖται καὶ δημοτικόν, ἀλλὰ τοῦ σπουδαίου καὶ πολυτελοῦς.