Ancient Greek · ~1 min
Chapter 44
Plutarch, Γάιος Μάριος 44.5
Not analysed yet
Κάτλος δὲ Λουτάτιος Μαρίῳ συνάρξας καὶ συνθριαμβεύσας ἀπὸ Κίμβρων, ἐπεὶ πρὸς τοὺς δεομένους ὑπὲρ αὐτοῦ καὶ παραιτουμένους ὁ Μάριος τοσοῦτον μόνον εἶπεν, ἀποθανεῖν δεῖ, κατακλεισάμενος εἰς οἴκημα καὶ πολλοὺς ἄνθρακας ἐκζωπυρήσας ἀπεπνίγη.