Ancient Greek · ~2 min
Chapter 44
Plutarch, Γάιος Μάριος 44.6
Not analysed yet
ῥιπτουμένων δὲ τῶν σωμάτων ἀκεφάλων καὶ πατουμένων ἐν ταῖς ὁδοῖς ἔλεος οὐκ ἦν, ἀλλὰ φρίκη καὶ τρόμος ἁπάντων πρὸς τὴν ὄψιν. ἠνία δὲ μάλιστα τὸν δῆμον ἡ τῶν καλουμένων Βαρδυαίων ἀσέλγεια, τοὺς γάρ δεσπότας ἐν ταῖς οἰκίαις σφάττοντες ᾔσχυνον μὲν αὐτῶν παῖδας, ἐμείγνυντο δὲ βίᾳ ταῖς δεσποίναις, ἀκατάσχετοι δὲ ἦσαν ἁρπάζοντες καὶ μιαιφονοῦντες, ἕως οἱ περὶ Κίνναν καὶ Σερτώριον συμφρονήσαντες ἐπέθεντο κοιμωμένοις αὐτοῖς ἐν τῷ στρατοπέδῳ καὶ κατηκόντισαν ἅπαντας.