Ancient Greek · ~2 min
Chapter 45
Plutarch, Γάιος Μάριος 45.1
Not analysed yet
ἐν τούτῳ δὲ ὥσπερ τροπαίας τινος ἀμειβούσης ἐφοίτων ἄγγελοι πανταχόθεν ὡς Σύλλας συνῃρηκὼς τὸν Μιθριδατικὸν πόλεμον καὶ τὰς ἐπαρχίας ἀνειληφὼς ἐπιπλέοι μετὰ πολλῆς δυνάμεως, καὶ τοῦτο βραχεῖαν ἐπίσχεσιν ἐποίησε καὶ παῦλαν ὀλίγην ἀφάτων κακῶν, ὅσον οὔπω τὸν πόλεμον ἥκειν ἐπʼ αὐτοὺς οἰομένων. ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ ἕβδομον Μάριος, καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἔτους ἀρχῇ, Σέξτον τινὰ Λουκῖνον κατεκρήμνισεν ὃ κἀκείνοις καὶ τῇ πόλει τῶν αὖθις ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον.