Ancient Greek
Section 1
Plutarch, Περὶ τοῦ ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλοσοφόν διαλέγεσθαι 1.1
Not analysed yet
Σωρκανὸν ἐγκολπίσασθαι καὶ φιλίαν τιμᾶν καὶ μετιέναι καὶ προσδέχεσθαι καὶ γεωργεῖν, πολλοῖς μὲν ἰδίᾳ πολλοῖς δὲ καὶ δημοσίᾳ χρήσιμον καὶ ἔγκαρπον γενησομένην, φιλοκάλων ἐστὶ καὶ πολιτικῶν καὶ φιλανθρώπων οὐχ ὡς ἔνιοι νομίζουσι φιλοδόξων· ʼ ἀλλὰ καὶ τοὐναντίον, φιλόδοξός ἐστι καὶ ψοφοδεὴς; ὁ φεύγων καὶ φοβούμενος ἀκοῦσαι λιπαρὴς τῶν ἐν ἐξουσίᾳ καὶ θεραπευτικός. ἐπεὶ τί φησιν ἀνὴρ θεραπευτικὸς καὶ φιλοσοφίας δεόμενος; Σίμων οὖν γένωμαι ὁ σκυτοτόμος ἢ Διονύσιος ὁ γραμματιστὴς ἐκ Περικλέους ἢ Κάτωνος, ἵνα μοι προσδιαλέγηται καὶ προσκαθίζῃ ὡς Σωκράτης ἐκεί ξιιμ πρινξιπιβπς ἰρις νοις; καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διαλέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων ὤφελεν εἶπε καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν· ἡμεῖς δὲ φευξούμεθα τοῖς δυνατοῖς καὶ ἡγεμονικοῖς ὥσπερ ἀγρίοις καὶ ἀνημέροις γίγνεσθαι συνήθεις; οὐκ ἀνδριαντοποιός ἐστιν ὁ τῆς φιλοσοφίας λόγος, ὥστʼ ἐλινύοντα ποιεῖν ἀγάλματα ἐπʼ αὐτᾶς βαθμίδος ἑσταότα κατὰ Πίνδαρον ἀλλʼ ἐνεργὰ βούλεται ποιεῖν ὧν ἂν ἅψηται καὶ πρακτικὰ καὶ ἔμψυχα καὶ· κινητικὰς ὁρμὰς ἐντίθησι καὶ κρίσεις ἀγωγοὺς ἐπὶ τὰ ὠφέλιμα καὶ, προαιρέσεις φιλοκάλους καὶ φρόνημα καὶ μέγεθος μετὰ πραότητος καὶ ἀσφαλείας, διʼ ὧν τοῖς ὑπερέχουσι καὶ· δυνατοῖς ὁμιλοῦσιν οἱ πολιτικοὶ προθυμότερον. καὶ γάρ, ἂν ἰατρὸς ᾖ φιλόκαλος, ἣδιον ὀφθαλμὸν ἰάσεται τὸν ὑπὲρ πολλῶν βλέποντα καὶ πολλοὺς φυλάσσοντα καὶ φιλόσοφος ψυχῆς ἐπιμελήσεται προθυμότερον, ἣν ὑπὲρ πολλῶν φροντίζουσαν ὁρᾷ καὶ πολλοῖς φρονεῖν καὶ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὀφείλουσαν. καὶ γὰρ εἰ δεινὸς ἦν περὶ ζήτησιν ὑδάτων καὶ συναγωγήν, ὥσπερ ἱστοροῦσι τὸν Ἡρακλέα καὶ πολλοὺς τῶν πάλαι, οὐκ ἂν ἔχαιρε φρεωρυχῶν ἐν ἐσχατιᾷ παρὰ Κόρακος πέτρῃ τὴν συβωτικὴν ἐκείνην Ἀρέθουσαν, ἀλλὰ ποταμοῦ τινος πηιλοσοπηο ἐσσε δισσερενδπμ. ἀενάους πηγὰς ἀνακαλύπτων πόλει τε καὶ στρατοπέδοις καὶ φυτείαις βασιλέων καὶ ἄλσεσιν. ἀκούομεν δὴ Ὁμήρου τὸν Μίνω θεοῦ μεγάλου ὀαριστὴν ἀποκαλοῦντος· τοῦτο δʼ ἐστίν, ὥς φησιν ὁ Πλάτων, ὁμιλητὴν καὶ μαθητήν· οὐδὲ γὰρ ἰδιώτας οὐδʼ οἰκουροὺς οὐδʼ ἀπράκτους ἠξίουν εἶναι θεῶν μαθητάς, ἀλλὰ βασιλεῖς, οἷς εὐβουλίας ἐγγενομένης καὶ δικαιοσύνης καὶ χρηστότητος καὶ μεγαλοφροσύνης, πάντες ἔμελλον ὠφεληθήσεσθαι καὶ ἀπολαύσειν οἱ χρώμενοι, τὸ ἠρύγγιον λέγουσι μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, αὐτήν τε πρώτην ἐκείνην καὶ τὸ λοιπὸν αἰπόλιον ἵστασθαι, μέχρι ἂν ὁ αἰπόλος ἐξέλῃ προσελθών· τοιαύτην ἔχουσιν αἱ ἀπορροιαὶ τῆς δυνάμεως ὀξύτητα, πυρὸς δίκην ἐπινεμομένην τὰ γειτνιῶντα καὶ κατασκιδναμένην. καὶ μὴν ὁ τοῦ φιλοσόφου λόγος, ἐὰν μὲν ἰδιώτην ἕνα λάβῃ, χαίροντα ἀπραγμοσύνῃ καὶ περιγράφοντα ἑαυτὸν ὡς κέντρῳ καὶ διαστήματι γεωμετρικῷ ταῖς περὶ τὸ σῶμα χρείαις, οὐ διαδίδωσιν εἰς ἑτέρους, ἀλλʼ ἐν ἑνὶ ποιήσας ἐκείνῳ γαλήνην καὶ ἡσυχίαν ἀπεμαράνθη καὶ συνεξέλιπεν. ἂν δʼ ἄρχοντος ἀνδρὸς καὶ πολιτικοῦ καὶ πρακτικοῦ καθάψηται καὶ τοῦτον ἀναπλήσῃ καλοκαγαθίας, πολλοὺς διʼ ἑνὸς ὠφέλησεν, ὡς Ἀναξαγόρας Περικλεῖ συγγενόμενος καὶ Πλάτων Δίωνι καὶ Πυθαγόρας τοῖς πρωτεύουσιν Ἰταλιωτῶν. Κάτων δʼ αὐτὸς ἔπλευσεν ἀπὸ στρατιᾶς ἐπʼ Ἀθηνόδωρον καὶ Σκιπίων μετεπέμψατο Παναίτιον, ὅτʼ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ὑφορώμενον ὥς φησι Ποσειδώνιος. τί οὖν ἔδει λέγειν τὸν Παναίτιον; εἰ μὲν ἦς ἢ Βάτων ἢ Πολυδεύκης ἤ τις ἄλλος ἰδιώτης, τὰ μέσα τῶν πόλεων ἀποδιδράσκειν βουλόμενος, ἐν γωνίᾳ τινὶ καθʼ ἡσυχίαν ἀναλύων συλλογισμοὺς καὶ περιέλκων φιλοσόφων, ἄσμενος ἄν σε προσεδεξάμην καὶ συνῆν· ἐπεὶ δʼ υἱὸς μὲν Αἰμιλίου Παύλου τοῦ δισυπάτου γέγονας, υἱωνὸς δὲ Σκιπίωνος τοῦ Ἀφρικανοῦ τοῦ νικήσαντος τὸν Ἀννίβαν τὸν Καρχηδόνιον, οὐκ ἄν σοι διαλέξομαι;