Ancient Greek · ~13 min
Section 2
Plutarch, Περὶ τοῦ ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλοσοφόν διαλέγεσθαι 2.1
Not analysed yet
Τὸ δὲ λέγειν ὅτι δύο λόγοι εἰσίν, ὁ μὲν ἐνδιάθετος ἡγεμόνος Ἑρμοῦ δῶρον ὁ δʼ ἐν προφορᾷ διάκτορος καὶ ὀργανικός, ἕωλόν ἐστι καὶ ὑποπιπτέτω τῷ τουτὶ μὲν ᾔδειν πρὶν Θέογνιν γεγονέναι. ἐκεῖνο δʼ οὐκ ἂν ἐνοχλήσειεν, ὅτι καὶ τοῦ ἐνδιαθέτου λόγου καὶ τοῦ προφορικοῦ φιλία τέλος ἐστί, τοῦ μὲν πρὸς ἑαυτὸν τοῦ δὲ πρὸς ἕτερον. ὁ μὲν γὰρ εἰς ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν σύμφωνον ἑαυτῷ καὶ ἄμεμπτον ὑφʼ ἑαυτοῦ καὶ μεστὸν εἰρήνης καὶ φιλοφροσύνης τῆς πρὸς ἑαυτὸν ἀεὶ παρέχεται τὸν ἄνθρωπον οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν οὐ πάθος; λόγῳ δυσπειθὲς οὐχ ὁρμῆς μάχη πρὸς ὁρμὴν οὐ λογισμοῦ πρὸς λογισμὸν ἀντίβασις οὐχ ὥσπερ ἐν μεθορίῳ τοῦ ἐπιθυμοῦντος καὶ τοῦ μετανοοῦντος τὸ τραχὺ καὶ ταραχῶδες καὶ τὸ ἡδόμενον, ἀλλʼ εὐμενῆ πάντα καὶ φίλα καὶ ποιοῦντα πλείστων τυγχάνειν ἀγαθῶν καὶ ἑαυτῷ χαίρειν ἕκαστον. τοῦ δὲ προφορικοῦ τὴν Μοῦσαν ὁ Πίνδαρος οὐ φιλοκερδῆ φησὶν οὐδʼ ἐργάτιν εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλʼ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι. οὐ γὰρ ἡ μὲν Ἀφροδίτη ταῖς τοῦ Προποίτου θυγατράσιν ἐμήνιεν ὅτι πρῶται μίσεα μηχανήσαντο καταχέειν νεανίσκων, ἡ δʼ Οὐρανία καὶ Καλλιόπη καὶ ἡ Κλειὼ χαίρουσι τοῖς ἐπʼ ἀργυρίῳ λυμαινομένοις τὸν λόγον. ἀλλʼ ἔμοιγε δοκεῖ τὰ τῶν Μουσῶν ἔργα καὶ δῶρα μᾶλλον ἢ τὰ τῆς Ἀφροδίτης φιλοτήσια εἶναι, καὶ γὰρ τὸ ἔνδοξον, ὅ τινες τοῦ λόγου ποιοῦνται τέλος, ὡς ἀρχὴ καὶ σπέρμα φιλίας ἠγαπήθη· μᾶλλον δʼ ὅλως οἵ γε πολλοὶ κατʼ εὔνοιαν τὴν δόξαν τίθενται, νομίζοντες ἡμᾶς μὴ μόνον ἐπαινεῖν οὓς φιλοῦμεν. ἀλλʼ οὗτοι μέν, ὡς ὁ Ἰξίων διώκων τὴν Ἥραν ὤλισθεν εἰς τὴν νεφέλην, οὕτως ἀντὶ τῆς φιλίας εἴδωλον ἀπατηλὸν καὶ πανηγυρικὸν καὶ περιφερόμενον ὑπολαμβάνουσιν. ὁ δὲ νοῦν ἔχων, ἂν ἐν πολιτείαις καὶ πράξεσιν ἀναστρέφηται, δεήσεται δόξης τοσαύτης, ὅση δύναμιν περὶ τὰς πράξεις ἐκ τοῦ πιστεύεσθαι δίδωσιν οὔτε γὰρ ἡδὺ μὴ βουλομένους οὔτε ῥᾴδιον ὠφελεῖν, βούλεσθαι δὲ ποιεῖ τὸ πιστεύειν ὥσπερ γὰρ τὸ φῶς μᾶλλόν ἐστιν ἀγαθὸν τοῖς βλέπουσιν ἢ τοῖς μὴ βλεπομένοις, οὕτως; ἡ δόξα τοῖς αἰσθανομένοις ἢ τοῖς μὴ παρορωμένοις. ὁ δʼ ἀπηλλαγμένος τοῦ τὰ κοινὰ πράττειν καὶ συνὼν ἑαυτῷ, καὶ τἀγαθὸν ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τιθέμενος τὴν μὲν ἐν ὄχλοις καὶ θεάτροις πάνδημον καὶ ἀναπεπταμένην δόξαν οὕτως ὡς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος ἄπωθεν ἁγνὸς ὢν ἀσπάζεται, τῆς δὲ γε τῶν ἐπιεικῶν καὶ ἐλλογίμων οὐδʼ αὐτὸς καταφρονεῖ πλοῦτον δὲ καὶ δόξαν ἡγεμονικὴν καὶ δύναμιν ἐν φιλίαις οὐ διώκει, οὐ μὴν οὐδὲ φεύγει ταῦτα μετρίῳ προσόντʼ ἤθει οὐδὲ γὰρ τοὺς καλοὺς τῶν νέων διώκει καὶ ὡραίους, ἀλλὰ τοὺς εὐαγώγους καὶ κοσμίους καὶ φιλομαθεῖς· οὐδʼ οἷς ὥρα καὶ χάρις συνέπεται καὶ ἄνθος δεδίττεται τὸν φιλόσοφον οὐδʼ ἀποσοβεῖ καὶ ἀπελαύνει τῶν ἀξίων ἐπιμελείας τὸ κάλλος. οὕτως οὖν ἀξίας ἡγεμονικῆς καὶ δυνάμεως ἀνδρὶ μετρίῳ καὶ ἀστείῳ προσούσης, οὐκ ἀφέξεται τοῦ φιλεῖν καὶ ἀγαπᾶν οὐδὲ φοβήσεται τὸ αὐλικὸς ἀκοῦσαι καὶ θεραπευτικός· οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν νοσοῦσʼ ὁμοίως τοῖς ἄγαν θηρωμένοις· καὶ οἱ πρὸς ἔνδοξον οὕτως καὶ ἡγεμονικὴν φιλίαν ἔχοντες. · ὁ μὲν οὖν ἀπράγμων φιλόσοφος οὐ φεύξεται τοὺς τοιούτους, ὁ δὲ πολιτικὸς καὶ περιέξεται αὐτῶν, ἄκουσιν οὐκ ἐνοχλῶν οὐδʼ ἐπισταθμεύων τὰ ὦτα διαλέξεσιν ἀκαίροις καὶ σοφιστικαῖς, βουλομένοις δὲ χαίρων καὶ διαλεγόμενος καὶ σχολάζων καὶ συνὼν προθύμως.